Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.249 Joseph. AJ 20.255 (English) >>Joseph. AJ 20.260

20.252

Γέσσιος δὲ Φλῶρος πεμφθεὶς Ἀλβίνου διάδοχος ὑπὸ Νέρωνος πολλῶν ἐνέπλησε κακῶν Ἰουδαίους. Κλαζομένιος μὲν ἦν τὸ γένος οὗτος, ἐπήγετο δὲ γυναῖκα Κλεοπάτραν, διʼ ἣν φίλην οὖσαν Ποππαίας τῆς Νέρωνος γυναικὸς καὶ πονηρίᾳ μηδὲν αὐτοῦ διαφέρουσαν τῆς ἀρχῆς ἐπέτυχεν. 20.253οὕτω δὲ περὶ τὴν ἐξουσίαν ἐγένετο κακὸς καὶ βίαιος, ὥστε διὰ τὴν ὑπερβολὴν τῶν κακῶν Ἀλβῖνον ἐπῄνουν ὡς εὐεργέτην Ἰουδαῖοι· 20.254ἐκεῖνος μὲν γὰρ ἐπεκρύπτετο τὴν πονηρίαν καὶ τοῦ μὴ παντάπασιν κατάφωρος εἶναι προυνόει, Γέσσιος δὲ Φλῶρος καθάπερ εἰς ἐπίδειξιν πονηρίας πεμφθεὶς τὰς εἰς τὸ ἔθνος ἡμῶν παρανομίας ἐπόμπευεν, μήτε ἁρπαγῆς παραλιπὼν μηδένα τρόπον μήτε ἀδίκου κολάσεως· 20.255ἦν γὰρ ἄτεγκτος μὲν πρὸς ἔλεον, παντὸς δὲ κέρδους ἄπληστος, γε μηδὲ τὰ πλεῖστα τῶν ὀλίγων διέφερεν, ἀλλὰ καὶ λῃσταῖς ἐκοινώνησεν· ἀδεῶς γὰρ οἱ πολλοὶ τοῦτʼ ἔπραττον ἐχέγγυον παρʼ ἐκείνου τὴν σωτηρίαν ἐπὶ τοῖς μέρεσιν ἔχειν πεπιστευκότες. 20.256καὶ τοῦτο μέτριον οὐκ ἦν. ἀλλʼ οἱ δυστυχεῖς Ἰουδαῖοι μὴ δυνάμενοι τὰς ὑπὸ τῶν λῃστῶν γινομένας πορθήσεις ὑπομένειν ἠναγκάζοντο τῶν ἰδίων ἠθῶν ἐξανιστάμενοι φεύγειν ἅπαντες, ὡς κρεῖττον ὁπουδήποτε παρὰ τοῖς ἀλλοφύλοις κατοικήσοντες. 20.257καὶ τί δεῖ πλείω λέγειν; τὸν γὰρ πρὸς Ῥωμαίους πόλεμον καταναγκάσας ἡμᾶς ἄρασθαι Φλῶρος ἦν κρεῖττον ἡγουμένους ἀθρόως κατʼ ὀλίγον ἀπολέσθαι. καὶ δὴ τὴν ἀρχὴν ἔλαβεν πόλεμος δευτέρῳ μὲν ἔτει τῆς ἐπιτροπῆς Φλώρου, δωδεκάτῳ δὲ τῆς Νέρωνος ἀρχῆς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.249 Joseph. AJ 20.255 (English) >>Joseph. AJ 20.260

Powered by PhiloLogic